Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.100 Dem. 19.103 (English) >>Dem. 19.112

19.102ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς. 19.103ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ λέγοντά τι τοῦτον ἑόρακεν;[ERROR: no link note:] 19.109οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, “ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν;” τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.100 Dem. 19.103 (English) >>Dem. 19.112

Powered by PhiloLogic